ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:14-18 [SBL Greek New Testament (SBLGNT)]
14 Καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας·
And the Word became flesh and he encamped among us, and we beheld {the} His glory, glory as of an only begotten from the Father, full of grace and of truth;
15 (Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· [Οὗτος ἦν [a]ὃν εἶπον·] Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν·)
(John testifies concerning Him and has cried out, saying, [“This One was {of} whom I said;] the One coming after me has become before me, for He was before me.)
16 [b]ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος·
And out of his fullness we all received, also grace upon grace;
17 ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.
for the law was given through Moses, the grace and the truth came through Jesus Christ.
18 θεὸν οὐδεὶς ἑώρακεν πώποτε· [c]μονογενὴς θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρὸς ἐκεῖνος ἐξηγήσατο.
No one has seen God at any time; the only begotten Son/God, the one who is in the bosom of the Father, he declared {him}.
Footnotes:
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:15 ὃν εἶπον Treg NIV RP ] ὁ εἰπών WH
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:16 ὅτι WH Treg NIV ] Καὶ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:18 μονογενὴς θεὸς WH Treg NIV ] ὁ μονογενὴς υἱός RP
Note: SBL Greek New Testament Texts are taken from biblegateway.com.
Fore More Readings: